Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.225 Joseph. AJ 6.230 (English) >>Joseph. AJ 6.234

6.228μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, διʼ ἣν πίστεις τε παρʼ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δʼ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.” 6.229

Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτʼ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δʼ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε· 6.230τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι. 6.231καταμαθὼν δʼ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι· ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε πατὴρ ἐμὸς ἄντʼ ἐγὼ κρείττονα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.225 Joseph. AJ 6.230 (English) >>Joseph. AJ 6.234

Powered by PhiloLogic